ΠΡΟΣΚΛΗΣΙΣ ΔΙΑ ΤΟΝ ΕΟΡΤΑΣΜΟΝ ΤΗΣ 11ΗΣ ΝΟΕΜΒΡΙΟΥ
Δοξάζομεν τὸν ἐν Τριάδι Θεόν, Ὅστις φιλευσπλάχνως καὶ
μεγαλοθύμως ἐπέβλεψεν ἐπί τὸ φιλόχριστον Ἔθνος ἡμῶν, ἰδίᾳ δὲ ἐπί τὴν
ναυσικλυτήν νῆσον τῆς Χίου, πρὸς ἥν ἐδωρήσατο τὸ τιμαλφέστατον
δῶρον τῆς ἐλευθερίας καὶ ἤγαγεν αὐτήν ἐκ τοῦ ἐρεβώδους σκότους τῆς
δουλείας εἰς τὸ ἔκπαγλον φῶς τοῦ ἐλευθέρου βίου.
Τῆς μεγίστης ταύτης θείας δωρεᾶς τὴν Ἐπέτειον ποιούμενοι καὶ ἐν
θρησκευτικῇ κατανύξει καὶ ἐθνικῇ ὑπερηφανείᾳ τιμῶντες καὶ
ἑορτάζοντες, ἅμα δὲ καὶ τὴν ἱεράν μνήμην τῶν τῆς Χίου Πολιούχων Μηνᾶ
τοῦ μεγάλου ἀθλητοῦ καὶ θείου Βίκτωρος καὶ Βικεντίου τοῦ πάνυ
γεραίροντες, προσκαλοῦμεν ὑμᾶς, ὅπως ἀγαθυνθῆτε καί συμμετάσχητε,
εἰς τὰς λατρευτικάς συνάξεις ἐπί ταῖς
ὡς εἴρηται ἑορταῖς, τὴν 11ην Νοεμβρίου 2024.
Ἐπί δὲ τούτοις, ἐπικαλούμενοι ἐφ’ ὑμᾶς τὴν Χάριν τῆς Τρισηλίου
Θεότητος, διατελοῦμεν μετά πατρικῶν εὐχῶν.